Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.107 Joseph. AJ 15.113 (English) >>Joseph. AJ 15.118

15.111τούτων αὐτῷ παρʼ Ἀντωνίου λεχθέντων ὑποστρέψας Ἡρώδης συνεῖχεν τὸ στρατιωτικὸν ὡς εὐθὺς εἰς τὴν Ἀραβίαν ἐμβαλῶν, καὶ παρασκευασθέντος ἱππικοῦ καὶ πεζῆς δυνάμεως εἰς Διόσπολιν ἀφικνεῖται τῶν Ἀράβων ἐκεῖ συναντώντων· οὐ γὰρ ἐλελήθει τὰ περὶ τὸν πόλεμον αὐτούς· καὶ μάχης καρτερᾶς γενομένης ἐκράτησαν οἱ Ἰουδαῖοι. 15.112μετὰ δὲ ταῦτα πολλὴ στρατιὰ τῶν Ἀράβων εἰς Κάνατα συνῄει· χωρία δʼ ἐστὶ ταῦτα τῆς κοίλης Συρίας· Ἡρώδης τε προπεπυσμένος ἧκεν ἄγων ἐπʼ αὐτοὺς τὸ πλεῖστον ἧς εἶχεν δυνάμεως, καὶ πλησιάσας ἐν καλῷ στρατοπεδεύεσθαι διεγνώκει χάρακά τε βαλόμενος ἐξ εὐκαίρου ταῖς μάχαις ἐπιχειρεῖν. 15.113ταῦτα δὲ αὐτοῦ διατάττοντος ἐβόα τὸ πλῆθος τῶν Ἰουδαίων παρελόμενον τῆς τριβῆς ἄγειν ἐπὶ τοὺς Ἄραβας· ὥρμητο δὲ καὶ τῷ συντετάχθαι πιστεύειν καλῶς καὶ ταῖς προθυμίαις ἄμεινον ἐχόντων ὅσοι τὴν πρώτην μάχην νενικήκεσαν οὐδʼ εἰς χεῖρας ἐλθεῖν ἐπιτρέψαντες τοῖς ἐναντίοις. 15.114θορυβούντων οὖν καὶ πᾶσαν ἐπιδεικνυμένων σπουδὴν ἔγνω τῇ προθυμίᾳ τοῦ πλήθους βασιλεὺς ἀποχρήσασθαι, καὶ προειπών, ὡς οὐ λελείψεται τῆς ἐκείνων ἀρετῆς, πρῶτος ἐν τοῖς ὅπλοις ἡγήσατο πάντων κατʼ οἰκεῖα τέλη συνακολουθησάντων. 15.115ἔκπληξις δʼ εὐθὺς ἐμπίπτει τοῖς Ἄραψιν· ἀντιστάντες γὰρ εἰς ὀλίγον ὡς ἑώρων ἀμάχους ὄντας καὶ μεστοὺς φρονήματος, ἔφευγον οἱ πλείους ἐγκλίναντες κἂν διεφθάρησαν Ἀθηνίωνος μὴ κακώσαντος Ἡρώδην καὶ τοὺς Ἰουδαίους.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.107 Joseph. AJ 15.113 (English) >>Joseph. AJ 15.118

Powered by PhiloLogic